Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.23 Joseph. AJ 12.28 (English) >>Joseph. AJ 12.32

12.26καὶ περὶ ὧν ἠξίουν προθεῖναι γράμματα ὑπέσχετο μεγαλοπρεπῶς τε ἔχοντα καὶ τὴν Ἀρισταίου προαίρεσιν βεβαιοῦντα καὶ πρὸ ταύτης τὴν τοῦ θεοῦ βούλησιν, καθʼ ἣν οὐ μόνον τοὺς ὑπὸ τοῦ πατρὸς ἀχθέντας αὐτοῦ καὶ τῆς ἐκείνου στρατιᾶς ἀπολύσειν ἔλεγεν, ἀλλὰ καὶ τοὺς προϋπάρχοντας ἐν τῇ βασιλείᾳ καὶ εἴ τινες αὖθις ἐπεισήχθησαν. 12.27πλειόνων δʼ τετρακοσίων ταλάντων τῆς ἀπολυτρώσεως γενήσεσθαι φαμένων ταῦτά τε συνεχώρει καὶ τὸ ἀντίγραφον τοῦ προστάγματος εἰς δήλωσιν τῆς τοῦ βασιλέως μεγαλοφροσύνης ἔγνωσαν διαφυλάξαι. 12.28ἦν δὲ τοιοῦτον· “ὅσοι τῶν συστρατευσαμένων ἡμῶν τῷ πατρὶ τήν τε Συρίαν καὶ Φοινίκην ἐπέδραμον καὶ τὴν Ἰουδαίαν καταστρεψάμενοι σώματα λαβόντες αἰχμάλωτα διεκόμισαν εἴς τε τὰς πόλεις ἡμῶν καὶ τὴν χώραν καὶ ταῦτα ἀπημπόλησαν, τούς τε πρὸ αὐτῶν ὄντας ἐν τῇ ἐμῇ βασιλείᾳ καὶ εἴ τινες νῦν εἰσήχθησαν, τούτους ἀπολυέτωσαν οἱ παρʼ αὐτοῖς ἔχοντες ὑπὲρ ἑκάστου σώματος λαμβάνοντες δραχμὰς ἑκατὸν εἴκοσι, οἱ μὲν στρατιῶται μετὰ καὶ τῶν ὀψωνίων, οἱ δὲ λοιποὶ ἀπὸ τῆς βασιλικῆς τραπέζης κομιζόμενοι τὰ λύτρα. 12.29νομίζω γὰρ αὐτοὺς καὶ παρὰ τὴν τοῦ πατρὸς προαίρεσιν καὶ παρὰ τὸ δέον ᾐχμαλωτίσθαι, τήν τε χώραν αὐτῶν διὰ τὴν στρατιωτικὴν αὐθάδειαν κεκακῶσθαι, καὶ διὰ τὴν εἰς Αἴγυπτον αὐτῶν μεταγωγὴν πολλὴν ὠφέλειαν ἐκ τούτου τοῖς στρατιώταις γεγονέναι.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.23 Joseph. AJ 12.28 (English) >>Joseph. AJ 12.32

Powered by PhiloLogic